000-00-00 Serial Number=0354722917
[01544]
|
Ἐπὶ πᾶσίν τε πρὶν ὕπνου λαχεῖν εὐχαριστεῖν ὅσιον τῷ θεῷ τῆς αὐτοῦ χάριτος καὶ φιλανθρωπίας ἀπολαύσαντας, ὡς καὶ ἐπὶ τὸν ὕπνον ἰέναι ἡμᾶς ἐνθέως.
|
[02286]
|
[2.12.119.1] Λίθοις δὲ ἁγίοις τὴν ἄνω Ἱερουσαλὴμ τετειχίσθαι παρειλήφαμεν, καὶ τὰς δώδεκα τῆς οὐρανοπόλεως πύλας τιμίοις ἀπεικασμένας λίθοις τὸ περίοπτον τῆς ἀποστολικῆς φωνῆς αἰνίττεσθαι χάριτος ἐκδεχόμεθα.
|
[02662]
|
Μετέσχηκεν τοῦ λόγου τὸ αἷμα τὸ ἀνθρώπινον καὶ τῆς χάριτος κοινωνεῖ τῷ πνεύματι, κἂν ἀδικήσῃ τις αὐτό, οὐ λήσεται.
|
[03137]
|
Ἀλλὰ μὴν καὶ οἱ κατὰ τὰς ὁδοὺς τῶν ἀγαπητῶν ἀσπασμοὶ παρρησίας ἀνοήτου γέμοντες καταφανῶν τοῖς ἐκτὸς εἶναι βουλομένων οὐδὲ [3.11.82.3] ἐλαχίστης μετέχουσι χάριτος.
|
000-00-00 Serial Number=0353231788
[00062]
|
τῆς χάριτος μεταλάμβανε.
|
[00087]
|
ἀπειλῶν νουθετεῖ, λοιδορούμενος ἐπιστρέφει, θρηνῶν ἐλεεῖ, ψάλλων παρακαλεῖ, διὰ βάτου λαλεῖ (σημείων ἐκεῖνοι καὶ τεράτων ἔχρῃζον) καὶ τῷ πυρὶ δεδίττεται τοὺς ἀνθρώπους, ἀνάπτων ἐκ κίονος τὴν φλόγα, δεῖγμα ὁμοῦ χάριτος καὶ φόβου·
|
[01086]
|
[10.95.1] Ἔχετε, ὦ ἄνθρωποι, τὴν θείαν τῆς χάριτος ἐπαγγε λίαν, ἀκηκόατε καὶ τὴν ἄλλην τῆς κολάσεως ἀπειλήν, δι' ὧν ὁ κύριος σῴζει, φόβῳ καὶ χάριτι παιδαγωγῶν τὸν ἄνθρωπον·
|
[01371]
|
Ἐθέλω γάρ, ἐθέλω καὶ ταύτης ὑμῖν μεταδοῦναι τῆς χάριτος, ὁλόκληρον χορηγῶν τὴν εὐεργεσίαν, ἀφθαρσίαν·
|
000-00-00 Serial Number=0568093359
[00012]
|
ἅπαντα τὸν δυνατὸν τρό πον, τοῦτο μὲν ἐξαιτουμένους παρὰ θεοῦ τοῦ βεβαίως καὶ ἡδέως τοῖς ἑαυτοῦ τέκνοις τὰ τοιαῦτα προϊεμένου, τοῦτο δὲ λόγῳ διὰ τῆς χάριτος τοῦ σωτῆρος ἰωμένους τὰς ψυχὰς αὐτῶν, φωτίζοντας καὶ προσάγοντας ἐπὶ τὴν τῆς ἀληθείας κτῆσιν, ἧς ὁ τυχὼν καὶ ἔργοις ἀγαθοῖς ἐλλαμπρυνόμενος μόνος τὸ βραβεῖον τῆς αἰωνίου ζωῆς [1.5] ἀναιρήσεται.
|
[00077]
|
[8.1] Τοῦτον οὖν πρῶτον ἐπιγνῶναι τῷ ζησομένῳ τὴν ὄντως ζωὴν παρακελεύεται, ὃν οὐδεὶς ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ, ἔπειτα τὸ μέγεθος τοῦ σωτῆρος μετ' ἐκεῖνον καὶ τὴν καινότητα τῆς χάριτος μαθεῖν, ὅτι δὴ κατὰ τὸν ἀπόστολον ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ·
|
000-00-00 Serial Number=0729844093
[02196]
|
θεὸς γὰρ ὁ κτίστης τοιᾶσδε χάριτος·
|
[02284]
|
ἐμφαίνει γὰρ διὰ τούτων τά τε ἀγαθὰ τάς τε δωρεὰς παρὰ τοῦ θεοῦ χορηγεῖσθαι καὶ δεῖν ἡμᾶς, διακόνους γενομένους τῆς θείας χάριτος, σπείρειν τὰς τοῦ θεοῦ εὐποιίας καὶ τοὺς πλησιάζοντας κατασκευάζειν καλούς τε καὶ ἀγαθούς, ἵνα ὡς ὅτι μάλιστα ὁ μὲν σώφρων τοὺς ἐγκρατεῖς, ὁ δὲ ἀνδρεῖος τοὺς γενναίους συνετούς τε ὁ φρόνιμος καὶ δίκαιος τοὺς δικαίους ἐκτελῇ.
|
[02330]
|
κοινὴ γὰρ ἡ ἐκ χάριτος φιλία·
|
[02700]
|
ἀντέχου τοίνυν, φησὶ κατὰ λέξιν ὁ Ἰσίδωρος [3.1.2.2] ἐν τοῖς Ἠθικοῖς, μαχίμης γυναικός, ἵνα μὴ ἀποσπασθῇς τῆς χάριτος [3.1.2.3] τοῦ θεοῦ, τό τε πῦρ ἀποσπερματίσας εὐσυνειδήτως προσεύχου.
|
[03440]
|
ἀλλὰ καὶ ὁ κύριος ἐπὶ τὰ πεπλανημένα ὁμολογουμένως ἦλθε, πεπλανημένα δὲ οὐκ ἄνωθεν εἰς τὴν δεῦρο γένεσιν (κτιστὴ γὰρ ἡ γένεσις καὶ κτίσις τοῦ παντοκράτορος, ὃς οὐκ ἄν ποτε [3.14.94.3] ἐξ ἀμεινόνων εἰς τὰ χείρω κατάγοι ψυχήν), ἀλλ' εἰς τοὺς πεπλανημένους τὰ νοήματα, εἰς ἡμᾶς ὁ σωτὴρ ἀφίκετο, ἃ δὴ ἐκ τῆς κατὰ τὰς ἐντολὰς παρακοῆς ἐφθάρη φιληδονούντων ἡμῶν, τάχα που προλαβόντος ἡμῶν τὸν καιρὸν τοῦ πρωτοπλάστου καὶ πρὸ ὥρας τῆς τοῦ γάμου χάριτος ὀρεχθέντος καὶ διαμαρτόντος, ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν αὐτήν, οὐκ ἀναμείνας τὸν [3.14.95.1] καιρὸν τοῦ θελήματος.
|
[04194]
|
εἰ δὲ σπένδεται ἐπὶ τῇ θυσίᾳ καὶ τῇ λειτουργίᾳ τῆς πίστεως χαίρων καὶ συγχαίρων, <τοὺς δέ,> πρὸς οὓς ὁ λόγος τῷ ἀποστόλῳ, τοὺς Φιλιππησίους, συμμετόχους τῆς χάριτος καλῶν, πῶς αὐτοὺς συμψύχους καὶ ψυχικοὺς [4.13.92.5] λέγει;
|
[04550]
|
τοῦτο γάρ ἐστι τὸ ἑλκυσθῆναι ὑπὸ τοῦ πατρός, τὸ ἄξιον γενέσθαι τὴν δύναμιν τῆς χάριτος παρὰ τοῦ θεοῦ λαβεῖν <καὶ> ἀκωλύτως [4.22.138.5] ἀναδραμεῖν·
|
[04849]
|
δεῖ δὲ καὶ τὴν γνώμην ὑγιῆ κεκτῆσθαι τὴν ἀμετανόητον πρὸς τὴν θήραν τοῦ καλοῦ, πρὸς ὅπερ μάλιστα τῆς θείας χρῄζομεν χάριτος διδασκαλίας τε ὀρθῆς καὶ εὐπειθείας
|
[04990]
|
τοῖς γὰρ πᾶσι πάντα ἐγενόμην, λέγει, ἵνα τοὺς πάντας κερδήσω, ἐπεὶ καὶ τῆς θείας χάριτος ὁ ὑετὸς ἐπὶ δικαίους [5.3.18.8] καὶ ἀδίκους καταπέμπεται·
|
[05569]
|
εἴτ' οὖν ὁ πατὴρ αὐτὸς ἕλκει πρὸς αὑτὸν πάντα τὸν καθαρῶς βεβιωκότα καὶ εἰς ἔννοιαν τῆς μακαρίας καὶ ἀφθάρτου φύσεως κεχωρηκότα, εἴτε τὸ ἐν ἡμῖν αὐτεξούσιον εἰς γνῶσιν ἀφικόμενον τἀγαθοῦ σκιρτᾷ τε καὶ πηδᾷ ὑπὲρ τὰ ἐσκαμμένα, ᾗ φασιν οἱ γυμνασταί, πλὴν οὐ χάριτος ἄνευ τῆς ἐξαιρέτου πτεροῦταί τε καὶ ἀνίσταται καὶ ἄνω τῶν ὑπερκειμένων αἴρεται ἡ ψυχή, πᾶν [5.13.83.2] τὸ βρῖθον ἀποτιθεμένη καὶ ἀποδιδοῦσα τῷ συγγενεῖ.
|
[06647]
|
ἃ καὶ αὐτά, ἐκ τῆς βαρβάρου κλαπέντα θεοδωρήτου χάριτος, Ἑλληνικῷ κεκόσμηται λόγῳ·
|
[07008]
|
καὶ τῶν ἐκλεκτῶν, φησίν, ἐκλεκτότεροι οἱ κατὰ τὴν τελείαν γνῶσιν καὶ τῆς ἐκκλησίας αὐτῆς ἀπηνθισμένοι καὶ τῇ μεγαλοπρεπεστάτῃ δόξῃ τετιμημένοι, κριταί τε καὶ διοικηταί, ἐπ' ἴσης ἔκ τε Ἰουδαίων ἔκ τε Ἑλλήνων, οἱ τέσσαρες καὶ εἴκοσι, διπλασιασθείσης τῆς χάριτος·
|
[07457]
|
καίτοι οἱ ἐπιγραφόμενοι θεὸν διδάσκαλον μόγις εἰς ἔννοιαν ἀφικνοῦνται θεοῦ, τῆς χάριτος αὐτοῖς συλλαμβανούσης εἰς ποσὴν ἐπίγνωσιν, οἷον θελήματι θέλημα καὶ τῷ ἁγίῳ πνεύματι τὸ ἅγιον πνεῦμα θεωρεῖν ἐθίζοντες, ὅτι πνεῦμα τὰ βάθη τοῦ θεοῦ [6.18.166.4] ἐρευνᾷ, ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος.
|
[08221]
|
αἴσθεται γὰρ τῆς δωρεᾶς ἧς ἔλαβεν ἄξιος γενόμενος τοῦ τυχεῖν, καὶ μετατεθεὶς ἐκ δουλείας εἰς υἱοθεσίαν, ἀν ἀκόλουθα τῇ ἐπιστήμῃ μήτε μὴ (γνοὺς τὸν θεὸν μᾶλλον δὲ γνωσθείς τε πρὸς αὐτοῦ) ἐπιτελεῖ, πρὸς ἀξίαν τῆς χάριτος ἐνδεικνύμενος τὰ ἐνεργήματα.
|
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»