000-00-00 Serial Number=0324796319
[02212]
|
Καθάπερ οὖν ἡ ἄγαμος μόνῳ σχολάζει τῷ θεῷ καὶ ἡ φροντὶς αὐτῆς οὐ περισχίζεται, γημαμένη δὲ ἥ γε σώφρων διαιρεῖται τὸν βίον καὶ πρὸς θεὸν καὶ πρὸς ἄνδρα, ἡ δὲ ἄλλως φερομένη ὅλη γίνεται τοῦ γάμου, τοῦτ' ἔστι τοῦ πάθους, τὸν αὐτόν, οἶμαι, τρόπον ἡ σώφρων γυνὴ σχολάζουσα μὲν τῷ ἀνδρὶ ἀνυποκρίτως θεοσεβεῖ, φιλοκοσμοῦσα δὲ ἀποπέπτωκεν καὶ τοῦ θεοῦ καὶ τοῦ γάμου τοῦ σώφρονος, τὸν κόσμον ἀντικαταλλαττομένη τἀνδρὸς κατὰ τὰ αὐτὰ τῇ Ἀργείᾳ ἑταίρᾳ, τῇ Ἐριφύλῃ λέγω, ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
|
[02327]
|
Ἤδη δὲ καὶ οἱ στρατιῶται χρυσίῳ κεκοσμῆσθαι βούλονται, οὐδὲ ἐκεῖνο ἀνεγνωκότες τὸ ποιητικόν, ὃς καὶ χρυσὸν ἔχων πόλεμον κίεν ἠύτε κούρη νηπίη.
|
000-00-00 Serial Number=0289386094
[01175]
|
θεὸς δὲ ὑμῖν ἀνανῆψαι δοίη ποτὲ τοῦδε τοῦ ὕπνου καὶ συνιέναι θεὸν μηδὲ χρυσὸν ἢ λίθον ἢ δένδρον ἢ πρᾶξιν ἢ πάθος ἢ νόσον ἢ φόβον ἰνδάλλεσθαι ὡς θεόν.
|
000-00-00 Serial Number=0908006907
[00162]
|
ὁ μὲν γὰρ ἔχων κτήματα καὶ χρυσὸν καὶ ἄργυρον καὶ οἰκίας ὡς θεοῦ δωρεὰς καὶ τῷ τε διδόντι θεῷ λειτουργῶν ἀπ' αὐτῶν εἰς ἀνθρώ πων σωτηρίαν καὶ εἰδὼς ὅτι ταῦτα κέκτηται διὰ τοὺς ἀδελφοὺς μᾶλλον ἢ ἑαυτὸν καὶ κρείττων ὑπάρχων τῆς κτήσεως αὐτῶν, μὴ δοῦλος ὢν ὧν κέκτηται μηδὲ ἐν τῇ ψυχῇ ταῦτα περιφέρων μηδὲ ἐν τούτοις ὁρίζων καὶ περιγράφων τὴν ἑαυτοῦ ζωήν, ἀλλά τι καὶ καλὸν ἔργον καὶ θεῖον ἀεὶ διαπονῶν, κἂν ἀποστερηθῆναι δέῃ ποτὲ τούτων, δυνάμενος ἵλεῳ τῇ γνώμῃ καὶ τὴν ἀπαλλαγὴν αὐτῶν ἐνεγ κεῖν ἐξ ἴσου καθάπερ καὶ τὴν περιουσίαν, οὗτός ἐστιν ὁ μακαριζό μενος ὑπὸ τοῦ κυρίου καὶ πτωχὸς τῷ πνεύματι καλούμενος, κληρο νόμος ἕτοιμος οὐρανοῦ βασιλείας, οὐ πλούσιος ζῆσαι μὴ δυνάμενος·
|
[00163]
|
[17.1] ὁ δὲ ἐν τῇ ψυχῇ τὸν πλοῦτον φέρων καὶ ἀντὶ θεοῦ πνεύματος ἐν τῇ καρδίᾳ χρυσὸν φέρων ἢ ἀγρὸν καὶ τὴν κτῆσιν ἄμετρον ἀεὶ ποιῶν καὶ ἑκάστοτε τὸ πλεῖον βλέπων, κάτω νενευκὼς καὶ τοῖς τοῦ κόσμου θηράτροις πεπεδημένος, γῆ ὢν καὶ εἰς γῆν ἀπελευσόμενος, πόθεν δύναται βασιλείας οὐρανῶν ἐπιθυμῆσαι καὶ φροντίσαι, ἄνθρωπος οὐ καρδίαν, ἀλλὰ ἀγρὸν ἢ μέταλλον φορῶν, ἐν τούτοις εὑρεθησόμενος ἐπάναγκες ἐν οἷς εἵλετο;
|
000-00-00 Serial Number=0202474058
[02030]
|
[2.15.64.1] τούτους μὲν οὖν ὁ θυμός, μυρίους δὲ ἄλλους ἡ ἐπιθυμία τραγῳδεῖ, τὴν Φαίδραν, τὴν Ἄνθειαν, τὴν Ἐριφύλην, ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
|
[03576]
|
χρυσὸν γὰρ οἱ διζήμενοι, φησὶν Ἡράκλειτος, γῆν [4.2.4.2] πολλὴν ὀρύσσουσι καὶ εὑρίσκουσιν ὀλίγον, οἱ δὲ τοῦ χρυσοῦ ὄντως γένους τὸ συγγενὲς μεταλλεύοντες εὑρήσουσι τὸ πολὺ ἐν ὀλίγῳ·
|
[04296]
|
ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς.
|
[05720]
|
ἐστὲ μὲν γὰρ πάντες οἱ ἐν τῇ πόλει ἀδελφοί, ὡς φήσομεν πρὸς αὐτοὺς μυθολογοῦντες, ἀλλ' ὁ θεὸς πλάττων, ὅσοι μὲν ὑμῶν ἱκανοὶ ἄρχειν, χρυσὸν ἐν τῇ γενέσει συνέμιξεν αὐτοῖς, διὸ τιμιώτατοί εἰσιν·
|
[06524]
|
ὅτι ἀγνοίᾳ φερόμενοι καὶ μὴ ἐπιστάμενοι τὸν θεὸν ὡς ἡμεῖς κατὰ τὴν γνῶσιν τὴν τελείαν, ὧν ἔδωκεν αὐτοῖς ἐξουσίαν εἰς χρῆσιν, μορφώσαντες, ξύλα καὶ λίθους, χαλκὸν καὶ σίδηρον, χρυσὸν καὶ ἄργυρον, τῆς ὕλης αὐτῶν καὶ χρήσεως <ἐπιλαθόμενοι>, τὰ δοῦλα τῆς ὑπάρξεως [6.5.40.2] ἀναστήσαντες, σέβονται, καὶ ἃ δέδωκεν αὐτοῖς εἰς βρῶσιν ὁ θεός, <τὰ> πετεινὰ τοῦ ἀέρος καὶ τῆς θαλάσσης τὰ νηκτὰ καὶ τῆς γῆς τὰ ἑρπετὰ καὶ τὰ θηρία σὺν κτήνεσι τετραπόδοις τοῦ ἀγροῦ, γαλᾶς τε καὶ μῦς αἰλούρους τε καὶ κύνας καὶ πιθήκους·
|
[08166]
|
οὐ μόνον θαυμάζων τὰς τοῦ κυρίου ἐντολάς, ἀλλ' ὡς ἔπος εἰπεῖν δι' αὐτῆς τῆς γνώσεως μέτοχος ὢν τῆς θείας βουλήσεως, οἰκεῖος ὄντως τοῦ κυρίου καὶ τῶν ἐντολῶν, ἐξειλεγμένος ὡς δίκαιος, ἡγεμονικὸς δὲ καὶ βασιλικὸς ὡς ὁ γνωστικός, χρυσὸν μὲν πάντα τὸν ἐπὶ γῆς καὶ ὑπὸ γῆν καὶ βασιλείαν τὴν ἀπὸ περάτων ἐπὶ πέρατα ὠκεανοῦ ὑπερορῶν, ὡς μόνης τῆς τοῦ κυρίου ἀντέχεσθαι θεραπείας.
|
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»